Inspiring innovation from tradition

1 Recto :: aeizôon to mega

4.88 ἀείζωον μέγα · ὠνόμασται διὰ τὸ ἀειθαλὲς τῶν φύλλων, οἱ δὲ βούφθαλμον, οἱ δὲ ζωόφθαλμον, οἱ δὲ στέργηθον, οἱ δὲ αμβροσίαν καλοῦσιν. ἀνίησι καυλοὺς πηχυαίους ἢ καὶ μείζονας, πάχος δακτύλου μεγάλου, λιπαρούς, εὐθαλεῖς, ἐντομὰς έχοντας ὥσπερ τοῦ χαρακίου τιθυμάλλου · φύλλα δὲ λιπαρά, μέγεθος δακτύλου μεγάλου, γλωττοειδῆ κατὰ τὸ ἄκρον · καὶ τὰ μὲν κατωτέρω τῶν φύλλων ὑπτιούμενα, τὰ δὲ κατὰ τὴν κεφαλὴν προσεσταλμένα ἐπ’ ἄλληλα, κύκλον ὀφθαλμοειδῆ περιγράφοντα. φύεται δὲ ἐν τόποις ὀρεινοῖς καὶ ἐν ὀστράκοις · ἔνιοι φυτεύουσιν ἐπὶ τῶν οἰκημάτων.

δύναμιν δὲ ἔχει ψυκτικήν, στύφουσαν, ποιοῦσαν πρὸς ἐρυσιπέλατα, ἕρπητας, νομάς, ὀφθαλμῶν φλεγμονάς, πυρίκαυτα, ποδάγρας καταπλασσόμενα τὰ φύλλα καθ’ ἑαυτά τε καὶ μετὰ ἀλφίτων. ὁ δὲ χυλὸς μετὰ ῥοδίνου πρὸς κεφαλαλγίας ἐμβρέχεται καὶ φαλλαγιοδήκτοις, στρογγύλας τε ἕλμεις ἐκτινάσσεται σὺν οἴνῳ ποθείς · ἴστησι καὶ ῥοῦν γυναικεῖον ἐν προσθέτῳ. ἐγχρίεται δὲ ὁ χύλος καὶ ἐπὶ τῶν ὀφθαλμιώντων ὠφελίμως.

001-recto

Follow Us

© 2009–2015 Institute for the Preservation of Medical Traditions. All Rights Reserved. | Site Credits