1 Verso :: aeizôon to leptofullon
4.90 δοκεῖ δέ τρίτον εἶναι εἶδος ἀειζῴου, ὃ ἔνιοι ἀνδράχνην ἀγρίαν, οἱ δὲ τηλέφιον ἐκάλεσαν, ῥωμαῖοι δὲ ἰλλεκέβραν. ἔχει δὲ αὕτη πλατύτερα τὰ φυλλάρια πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα · φύεται ἐν πέτραις. δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ἑλκωτικήν, χοιράδων διαφορητικὴν σὺν ὀξυγγίῳ καταπλασθέν.