Inspiring innovation from tradition

2 Verso :: aristolochia stroggulê

3.004. ἀριστολοχεία · ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν ἄριστα βοηθεῖν ταῖς λοχοῖς. ἔστι δὲ ἡ μέν τις στρογγύλη, θήλεια καλουμένη · φύλλα δὲ ἔχει κισσοειδῆ, εὐώδη μετὰ δριμύτητος, ὑποστρόγγυλα, ἁπαλὰ περὶ πολλοῖς βλαστοῖς ἐκ μιᾶς ῥίζης, τὰ δὲ κλήματα ἐπιμήκη, ἄνθη λευκὰ, οἱονεὶ πιλίσκους, τὸ δ’ ἐν αὐτοῖς ἐρυθρόν, δυσῶδες. ἡ δὲ μακρὰ ἀριστολοχεία ἄρρην καλεῖται καὶ δακτυλῖτις, ἔχουσα φύλλα ἐπιμηκέστερα τῆς στρογγύλης καὶ τὰ κλωνία λεπτὰ, ὡς σπιθαμῆς τὸ μέγεθος, ἄνθὸς πορφυροῦν, δυσῶδες, ὅπερ ἐξανθῆσαν ἀπίῳ παραπλήσιον γίνεται. ῥίζα δὲ τῆς μὲν στρογγύλης περιφερής, γογγυλίδι ὁμοία, ἡ δὲ τῆς μακρᾶς δακτύλου τὸ πάχος ἔχει, σπιθαμιαία ἢ καὶ μείζων · ἀμφότεραι δὲ τὰ πολλὰ πυξοειδεῖς ἔνδοθεν, πικραὶ τὴν γεῦσιν καὶ βρωμώδεις. ἔστι δέ τις καὶ τρίτη μακρά, ἥτις καὶ κληματῖτις καλεῖται, κλωνία ἔχουσα λεπτά, φύλλοις ὑποστρογγύλοις ἀειζῴου +τοῦ, μικροῦ ἐοικόσι περίπλεα, ἄνθη ἐοικότα πηγάνῳ, ῥίζας μακροτάτας, λεπτάς, φλοιὸν ἐχούσας παχὺν καὶ ἀρωματίζοντα, ἰδίως χρησιμευούσας μυρεψοῖς εἰς τὰς τῶν μύρων στύψεις. ποιεῖ δὲ πρὸς μὲν τὰ ἄλλα φάρμακα ἡ στρογγύλη, πρὸς δὲ τὰ ἑρπετὰ καὶ θανάσιμα ἡ μακρὰ δραχμῆς μιᾶς ὁλκὴ πινομένη μετ’ οἴνου καὶ καταπλασσομένη καὶ τὰ ἐν μήτρᾳ συνιστάμενα πάντα λοχεῖα καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης · καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὰ αὐτὰ δρᾷ · ἡ δὲ στρογγύλη ποιεῖ μὲν πρὸς ἃ καὶ ἡ προειρημένη, ἐκ περισσοῦ δὲ βοηθεῖ ἄσθματι, λυγμῷ, ῥίγαι, σπληνί, ῥήγμασι, σπάσμασιν, ἀλγήμασι πλευρᾶς ποθεῖσα μεθ’ ὕδατος. ἀνάγει δὲ σκόλοπας, ἀκίδας ‹καὶ› λεπίδας ὀστῶν καταπλασσομένη ἀφίστησι καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ περικαθαίρει ἕλκη καὶ τὰ κοῖλα πληροῖ σὺν ἴριδι καὶ μέλιτι · σμήχει δὲ καὶ οὖλα καὶ ὀδόντας. δοκεῖ δὲ καὶ ἡ κληματῖτις πρὸς τὰ αὐτὰ ποιεῖν, ἐλαττοῦται μέντοι τῇ δυνάμει τῶν προειρημένων.

002-verso

Follow Us

© 2009–2015 Institute for the Preservation of Medical Traditions. All Rights Reserved. | Site Credits