Inspiring innovation from tradition

3 Recto :: artemêsia monoklônos

3.113 ἀρτεμισία · φύεται μὲν ὡς τὸ πολὺ ἐν παραθαλασσίοις τόποις. πόα θαμνοειδής, παρόμοιος ἀψινθίῳ, μείζω δὲ καὶ λιπαρώτερα (τὰ) φύλλα ἔχουσα. καὶ ἡ μέν τίς ἐστιν αὐτῆς εὐερνής, πλατύτερα ἔχουσα τὰ φύλλα καὶ τὰς ῥάβδους, ἡ δὲ λεπτοτέρα, ἄνθη μικρά, λεπτά, λευκά, βαρύοσμα · θέρους δὲ ἀνθεῖ. ἔνιοι δὲ τὸ ἐν μεσογείοις λεπτοκαρφότερον βοτάνιον, ἁπλοῦν τῷ καυλῷ, σφόδρα μικρόν, ἄνθους περίπλεον τὴν χρόαν κηροειδοῦς λεπτοῦ, καλοῦσιν ἀρτεμισίαν · ἔστι δὲ εὐωδεστέρα τῆς πρὸ αὐτῆς. ἀμφότεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσιν · ἀποζεννύμεναι δὲ ἁρμόζουσιν εἰς ἐγκαθίσματα πρὸς ἀγωγὴν ἐμμήνων καὶ δευτέρων καὶ ἐμβρύων καὶ μύσιν καὶ φλεγμονὴν τῆς ὑστέρας καὶ θρύψιν λίθων καὶ ἐποχὴν οὔρων. ἡ δὲ πόα καταπλασθεῖσα κατὰ τοῦ ἤτρου πολλὴ ἔμμηνα κινεῖ. ὁ δὲ ἐξ αὐτῆς χυλὸς συλλεανθεὶς σμύρμῃ καὶ προστεθεὶς ἄγει ἀπὸ μήτρας, ὅσα καὶ τὸ ἐγκάθισμα · καὶ ποτίζεται δὲ ἡ κόμη πρὸς ἀγωγὴν τῶν αὐτῶν πλῆθος δραχμῶν τριῶν.

003-recto

Follow Us

© 2009–2015 Institute for the Preservation of Medical Traditions. All Rights Reserved. | Site Credits