Inspiring innovation from tradition

4 Verso :: apsinthion

3.23 ἀψίνθιον · γνώριμος ἡ πόα. ἔστι δὲ αὐτοῦ βέλτιον τὸ ἐν πόντῳ καὶ καππαδοκίᾳ γεννώμενον ἐν ὄρει τῷ καλουμένῳ ταύρῳ. δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἀποκαθαρτικὴν τῶν ἐνηρεικότων στομάχῳ καὶ κοιλίᾳ χολωδῶν, ἔστι δὲ καὶ οὐρητικὸν καὶ ἀκραίπαλον προπινόμενον, καὶ πρὸς ἐμπνευματώσεις δὲ ἁρμόζει καὶ κοιλίας καὶ στομάχου ἀλγήματα πινόμενον μετὰ σεσέλεως ἢ νάρδου κελτικῆς, καὶ ἀνορεξίας καὶ ἰκτερικοὺς θεραπεύει τὸ ἀπόβρεγμα αὐτοῦ ἢ τὸ ἀφέψημα καθ᾿ ἑκάστην ἡμέραν λαμβανόμενον εἰς πλῆθος κυάθων τριῶν. ἄγει δὲ καὶ ἔμμηνα πινόμενόν τε καὶ προστιθέμενον μετὰ μέλιτος πρός τε τοὺς ὑπὸ μυκήτων πνιγομένους ἁρμόζει σὺν ὄξει πινόμενον, σὺν οἴνῳ δὲ πρὸς ἰξίαν καὶ κώνειον καὶ μυγαλῆς δήγματα καὶ δράκοντα θαλάσσιον συναγχικοῖς τε διάχρισμα σὺν μέλιτι καὶ νίτρῳ καὶ πρὸς ἐπινυκτίδας σὺν ὕδατι, πρὸς δὲ ὑπώπια σὺν μέλιτι καὶ ἀμβλυωπίας καὶ πρὸς τὰ ἰχωρορροοῦντα ὦτα ὁμοίως · καὶ ὁ ὑπατμισμὸς δὲ αὐτοῦ τοῦ ἀφεψήματος πρὸς ὠταλγίαν ἀφεψόμενόν τε σὺν γλυκεῖ κατάπλασματα ὀφθαλμῶν περιοδυνώντων ἐστί. καταπλάσσεται δὲ καὶ πρὸς ὑποχίνδρια καὶ ἧπαρ καὶ στόμαχον ἐπάνω χρονίως πάσχοντα συνεκλειούμενον κηρωτῇ κυπρίνῃ, πρὸς δὲ στόμαχον ῥοδίνῃ · ἁρμόζει δὲ καὶ σπληνικοῖς καὶ ὑδρωπικοῖς μιγέντων αὐτῷ σύκων καὶ νίτρου καὶ αἰρίνου ἀλεύρου. σκευάζεται δὲ καὶ οἶνος ὁ λεγόμενος ἀψινθίτης δι᾿ αὐτοῦ μάλιστα περὶ τὴν προποντίδα καὶ θρᾴκην, ᾧ πρὸς τὰ προειρημένα χρῶνται ἐν ἀπυρεξίᾳ · καὶ ἄλλως δὲ προπίνουσι θέρους ὑγείας ποιητικὸν εἶνια νομίζοντες. δοκεῖ δὲ καὶ παραπαττόμενον εἰς τὰς κιβωτοὺς ἄβρωτα φυλάττειν τὰ ἐσθήματα ἀλειφόμενόν τε μετ᾿ ἐλιάου κώνωπας κωλύειν ἅπτεσθαι τοῦ σώματος · τὸ δὲ μέλαν τῷ ἀποβρέγματι αὐτοῦ βραχὲν ἄβρωτα μυσὶ τηρεῖ τὰ γράμματα, ἔοικε δὲ καὶ τὰ τοῦ χυλίσματος ἔργα τὰ αὐτά, πλὴν εἰς τὰς πόσεις οὐ δοκιμάζομεν αὐτό, κακοστόμαχον καὶ κεφαλαγὲς ὄν. δολοῦνται δὲ τὸ χύλισμα ἀμόργῃ ἑψηθείσῃ καὶ μιγνυμένῃ. καλοῦσί τινες καὶ τὸ σέριφον ἀψίνθιον θαλάσσιον, ὅπερ πλεῖστον ἐν τῷ κατὰ καππαδοκίαν ταύρῳ γεννᾶται καὶ ἐν ταφοσίρει τῆς αἰγύπτου, ᾧ οἱ ἰσιακοὶ ἀντὶ θαλλοῦ χρῶνται. ἔστι δὲ πόα λεπτόκαρφος, ἐοικυῖα ἀβροτόνῳ μικρῷ, περιπληθὴς σπέρματος, ὑπόπικρος, κακοστόμαχος, βαρύοσμος, στύφουσα μετὰ ποσῆς θερμασίας, ἥτις ἑψηθεῖσα καθ᾿ ἑαυτὴν καὶ μετὰ ὀρύζης καὶ ληφθεῖσα μετὰ μέλιτος ἀσκαρίδας καὶ ἕλμινθας στρογγύλας κτείνει, ὑπεξάγουσα κοιλίαν κούφως. δύναται δὲ καὶ σὺν ῥοφήματι φακῆς καθεψηθεῖσα τὰ αὐτὰ ποιεῖν · λιπαίνει δὲ μάλιστα ἐν καππαδοκίᾳ τὰ πρόβατα νεμόμενα. ἔστι δὲ τρίτον εἶδος ἀψινθίου, γεννώμενον ἐν τῇ κατὰ τὰς ἄλπεις γαλατίᾳ πλεῖστον, ὃ ἐπιχωρίως σαντονικὸν καλοῦσιν, ἐπωνύμως τῇ γεννώσῃ αὐτὸ σαντονίδι χώρᾳ, ἐοικὸς ἀψινθίῳ, οὐ μὴν οὕτως γε ἔνσπερμον, ὑπόπικρον δὲ καὶ δυνάμενον τὰ αὐτὰ τῷ σερίφῳ.

004-verso

Follow Us

© 2009–2015 Institute for the Preservation of Medical Traditions. All Rights Reserved. | Site Credits