5 Recto :: abrotonon
3.24 ἁβρότονον · οἱ δὲ ἡράκλειον, οἱ δὲ γλυκὺν ἀγκῶνα καλοῦσιν. ἔστιν αὐτοῦ τὸ μὲν θῆλυ θάμνος δενδροειδής, ὑπόλευκος, φύλλοις λεπτοσχιδέσιν ὥσπερ σερίφου περὶ τὰ κλωνία πλήρης, ἄνθος δὲ ἐπ᾿ ἄκρον κορυμβοειδὲς ἔχων, χρυσοειδές, τῆς θερείας γινόμενον, εὐῶδες μετὰ ποσοῦ βάρους, πικρὸν τὴν γεῦσιν · δοκεῖ δὲ τὸ σικελιωτικὸν εἶναι τοιοῦτο. τὸ δ᾿ ἕτεῥον, (ὃ) ἄρρεν καλεῖται, κληματῶδες, λεπτόκραπον ὡς ἀψίνθιον. πλεῖστον δὲ γίνεται ἐν καππαδοκίᾳ καὶ γαλατίᾳ τῇ κατὰ τὴν ἀσίαν καὶ ἱεραπόλει τῇ κατὰ τὴν συρίαν. τούτων ὁ καρπὸς ἀπεζεσμένος μεθ᾿ ὕδατος καὶ ὠμοτριβής πινόμενος βοηθεῖ ὀρθοπνοίᾳ, ῥήγμασι, σπάσμασιν, ἰσχιάσι, δυσουρίας, ἐμμήνων ἐπισχέσει · καὶ θανασίμων φαρμάκων ἐστὶν ἀντίδοτος ποθὲν σὺν οἴνῳ σύγχρισμά τε ῥιγούντων μετ᾿ ἐλαίου ἐστί, διώκει δὲ καὶ ἑρπετὰ στιβαδευόμενον καὶ θυμιώμενον · καὶ πινόμενον δὲ σὺν οἴνῳ ὠφελεῖ τοὺς δηχθέντας, ἰδίως δὲ ἁρμόζει ἐπὶ φαλαγγίων καὶ σκορπίων, βοηθεῖ δὲ καὶ ὀφθαλμῶν φλεγμοναῖς σὺν ἑφθῷ (μήλῳ) κυδωνίῳ ἢ μετὰ ἄρτου καταπλασθέν, διαφορεῖ καὶ φύματα μετὰ ὠμῆς λύσεως λεῖον ἑψηθέν. μείγνυται δὲ καὶ εἰς τὴν τοῦ ἰρίνου ἐλαίου σκευασίαν.